Ancient Greek
P.Ross.Georg. 3 33
Documentary Papyri, P.Ross.Georg. 3 33
Not analysed yet
μετὰ τὴν ὑπατείαν Συμμάχου καὶ Βοηθείου τῶν λαμπροτάτων …η πρώτης ἰνδικτίονος …τῷ θαυμασιωτάτῳ …κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ διὰ …ρου παρὰ Αὐρηλίου Ἀβρααμίου …μητρὸς Σιβύλλας ἀπὸ ἐποικίου Ψινσου …πεδιάδος τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρὰ σοῦ τοῦ προγεγραμμένου πρὸς τριετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ μελλούσης δευτέρας ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου τὸ ὑπάρχον σοι γεώργιον Ἄπα Ἰωάννου Μακαρίου πρεσβυτέρου …θὲν παρὰ σοῦ διακείμενον ἐν τῇ πεδιάδι τῇ ἐκ νότου τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ Νεμπκῆτος σὺν λάκκῳ καὶ μονῆς καὶ δικαίων πάντων κατὰ τὰ ὅρια ἐφʼ ᾧ με τοῦτο τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ἀναλωμάτων τὴν δὲ ἀπόδοσιν τοῦ φόρου ποιήσω σοι ἄνευ πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως πρὸς τὴν δύναμιν τῆς προγενομένης μισθώσεως διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου τοῦ δεῖνος …. κυρία ἡ μίσθωσις ἣνπερ ἁπλῆν γραφεῖσάν σοι ἐξεδόμην καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀβραάμιος …ὁ προγεγραμμένος μεμίσθωμαι τὸ …γεώργιον ὡς πρόκειται. Ἀπολλὼς Ἰσακίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος Ἀπολλώτος