Ancient Greek
P.Ross.Georg. 3 34
Documentary Papyri, P.Ross.Georg. 3 34
Not analysed yet
Φλαύιος Παῦλος ἔκδικος τῆς Ἀνταιοπολιτῶν τοῖς θαυμασιωτάτοις πρωτοκωμήταις κώμης Ἀφροδίτης ἔσχον καὶ ἐπληρώθην παρʼ ὑμῶν τῶν ἐξ ἔθους διδομένων μοι συνηθειῶν ὑπὲρ τῆς ὑμῶν κώμης χρυσοῦ νομισμάτων δύο παρὰ κεράτια τέσσαρα τῷ χρυσοχοικῷ σταθμῷ κανόνος δευτέρας ἰνδικτίονος καὶ εἰς ὑμετέραν ἀσφάλειαν πεποίημαι ὑμῖν ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. Φλαύιος Παῦλος ἔκδικος ὁ προγεγραμμένος στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. …