Ancient Greek
P.Ross.Georg. 3 36
Documentary Papyri, P.Ross.Georg. 3 36
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Βελισαρίου τοῦ ἐνδοξοτάτου Φαῶφι ι πρώτης ἰνδικτίονος τῷ θαυμασιωτάτῳ Ἀπολλῶτι Διοσκόρου Ψιμανώβετ συντελεστῇ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αυρηλίου Ψαΐου Φουνσίου Σαλατόκου ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς πρὸς πενταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν σὺν θεῷ μελλούσης δευτέρας ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας σοι ἀρούρας καλουμένας Κασιλλᾶτος κλήρου Θινεσταυε ἀνύδρους ἐκ λιβὸς τῆς ὁδοῦ ἐκ βορρᾶ τὰς ἰδίας μου ἀρούρας ἐφʼ ᾧ με παρασχεῖν ὑπὲρ ὧν δυνήσομαι γεωργῆσαι ἐπʼ ἀποτάκτῳ ἐν τελείῳ καὶ ἀβροχικῷ ἑκάστης ἀρούρης πρὸς ἀναμέτρησιν σχοινίου ἀνὰ σίτου ἀρτάβας δύο μέτρῳ σῷ φορικῷ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ψάιος Φουνσίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Κύρου νομικοῦ ἐγράφη Θεοῦ θελήσει. μίσθωσις Ψαΐου ἄρουραι Κασιλλᾶτος