Ancient Greek
P.Ross.Georg. 3 37
Documentary Papyri, P.Ross.Georg. 3 37
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου Ἁθὺρ …ἐνάτης ἰνδικτίονος Φλαυίῳ Ἀμμωνίῳ τῷ μεγαλοπρεπεστάτῳ κόμετι τοῦ θείου κονσιστωρίου υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Θεοδοσίου διὰ τοῦ εὐδοκιμωτάτου Ἀπολλῶτος Διοσκόρου διοικητοῦ παρὰ Αὐρηλίου Ψαίου Ὥρου ἐκ μητρὸς Τάτας γεωργοῦ τῆς πεδιάδος Φθλὰ τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ τίμης κριθῶν πραθεισῶν μοι παρὰ σοῦ κανκέλλῳ χρυσοῦ τριμίσσιν ἓν συναλλαγῇ γίνεται χρυσοῦ τριμίσσιον α καὶ τοῦτο ἀποδώσω σοι ἐν τῷ μηνὶ Μεχεὶρ παρούσης ἐνάτης ἰνδικτίονος χωρὶς ἀπάτης κινδύνῳ ἐμῷ καὶ πόρῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ψαΐου Ὥρου ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται. Ἀπολλὼς Κομασίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγράμματα μὴ εἰδότος. Αὐρήλιος Β…ω… Ψ… μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἰωάννης Κορνηλίου μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Κύρου νομικοῦ. …κόμετι …