Ancient Greek
P.Ross.Georg. 3 8
Documentary Papyri, P.Ross.Georg. 3 8
Not analysed yet
τῷ δεσπότῃ ἡμῶν καὶ πάτρωνι Νέχῳ Ἁτρῆς καὶ Μα…υ καὶ Ἀνούφιος καὶ Ἄβους καὶ Ἀπόλλων καὶ Ἠλίας καὶ Νῖλος καὶ Χαιρήμων καὶ οἱ πάντες ἀπὸ κώμης Εὐημερίας. γινώσκεινσε θέλομεν, κύριε ἡμῶν Νέχε, ὅτι οὐδὲ ἐπὶ τοῦ πατρός σου οὐδὲ ἐπὶ τῆς εὐποιίας σου τὸ σῶμα δεδώκαμεν· ἀλλὰ ὡς ἐνιαυσίως ποιοῦμεν τὸ ἐντάγιον, παρέχομεν οὐδενί. οὐδεὶς ξένος ἐστὶν ἐν τῇ κώμῃ ἡμῶν, ἀλλὰ δύο πυρσούριά ἐστιν καὶ οὐδεὶς δύναται ἐπελάσαι ἐν τῇ κώμῃ ἢ βάδην ἐλθεῖν. καὶ εἴ τινʼ ἀνιᾷ τὸν οἶκον, ἄριστον τέκνον ἡμῶν, οὐκ ἀντιλέγομέν σοι· δοκοῦν σοι πρᾶξαι πρᾶξον. ἐρρῶσθαί σε εὐχόμεθα πολλοῖς χρόνοις δέσποτα ἡμῶν τῷ δεσπότῃ ἡμῶν καὶ πάτρωνι Νέχῳ οἱ ἐπὶ κώμης Εὐημερίας