Ancient Greek
P.Ross.Georg. 3 9
Documentary Papyri, P.Ross.Georg. 3 9
Not analysed yet
χμγ τῷ δεσπότῃ μου Εἰσὰκ Μαρκιανός. εὐκταῖαν ἀφορμὴν εὐπορήσας διὰ τῶν ἡμετέρων οἰκετῶν ἔσπευσα προσαγορεῦσαι τὴν διάθεσίν σου, ὅπως ἐρρωμένος πανοικεὶ κομίσῃ τὴν παρʼ ἐμοῦ προσηγορίαν. ὁ ἀδελφὸς Μακάριος ὁ τοῦ Φλαυίου καὶ Ἄγαθος ὁ ἡμέτερος ἅμα τοῖς κομίζουσι τῇ χρηστότητί σου τόδε μου τὸ γράμμα ἐμαρτύρησάν μοι τὰ παρὰ σοῦ αὐτοῖς σπουδασθέντα, καὶ πάνυ ἐχάρην. καὶ τὰ νῦν ἔτι πλέον ἐνγύτερος ἡμῶν ἀδελφὸς ἐγένου καὶ συνεχέστερον καταξίου γράφειν μοι περὶ ὣν κελεύεις. ἐπὶ τῆς Μεμφέως καταξίωσον κελεῦσαι ἅπερ πρὸς τὸ παρὸν εὑρέθη ὑποδέξασθαι τοὺς σοὺς οἰκέτας πιπέρεως οὐγκίας τρεῖς ,φασήλου ἥμισυ ἀρτάβης, θέρμου ἥμισυ ἀρτάβης καὶ τίμημα σπαθίτου οἴνου χρύσινον τεσσάρων διζῴδον παλαιοχάρακτον, ἕνα προτρέψομαι ἐν τούτῳ πυκνῶς τὴν λογιότητά σου γράφειν ἐξαιρέτως περὶ τῆς ὑγιείας σου. ὑγιαίνοντά σε καὶ εὐθυμοῦντα ἡ ἀγαθὴ πρόνοια διαφυλάξειεν εὐτελῆ βίον διάγοντα, δέσποτά μου τιμιώτατε. δηλῶσαί μοι καταξίωσον, πόσους σπαθίτας τοῦ χρυσίνου ἀπέστειλάς μοι.