Ancient Greek
P.Ross.Georg. 4 3
Documentary Papyri, P.Ross.Georg. 4 3
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ. Κόρρα βεν Σζερὶχ σύμβουλος …διοικητῇ κώμης Ἀφροδιτώ. διασταλμὸν τεχνιτῶν ἐποιήσαμεν λόγῳ ἐργασίας τοῦ μασγιδᾶ Δαμάσκου ὑπὸ Ἰεζὶδ υἱὸν Θεμὶμ ἐπικείμενον ἐπὶ τῆς παρούσης ἰνδικτίονος ἑβδόμης καὶ ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ἕνα πρίστην μετὰ τῆς δαπάνης αὐτοῦ μηνῶν ἓξ ἐν ἀπαργυρισμῷ καὶ τὰ τούτου ἐντάγια ποιήσαντες ἐπέμψαμέν σοι ἐνθέμενοι εἰς αὐτὰ τό τι ὤφειλεν λαβεῖν ὑπὲρ μισθοῦ καὶ δαπάνης καὶ ἀποτροφῆς. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων θέλησον τοῦτον πέμψαι πρὸς ἡμᾶς ἐν Βαβυλῶνι ὅπως ἐξέλθῃ διὰ στράτας εἰς τὸ αὐτὸ κάτεργον. καὶ εἰ μὲν εὕρῃς ὅτι ὑπανέλυσεν ὁ τεχνίτης τῆς διοικήσεώς σου ὁ ὢν εἰς τὸ αὐτὸ κάτεργον κατὰ τὸν περίσυνον χρόνον, αὐτὸν πάλιν πέμψον μετὰ τῶν ἐργαλείων αὐτοῦ ἵνα ἐξέλθῃ εἰς τὴν αὐτὴν ἐργασίαν. ἀλλὰ μὴ δόξῃ σοι πέμψαι ἀπαργυρισμὸν τοῦ τοιούτου τεχνίτου εἰ μὴ τὸ σωμάτιον μέντοιγε χρήσιμον …ποιῆσαι ἔργον ὃ ἐπιλημ… …μασγιδᾶ …λοιπὸν μὴ ἀμελήσῃς τοῦ τοῦτον πέμψαι καὶ δώσῃς πρόφασιν κατὰ τῆς ψυχῆς σου. ἐγράφη μηνὶ Μεχεὶρ ιζ ἰνδικτίονος ζ. Κόρρα υἱὸς Σζερὶχ σύμβουλος …διοικητῇ κώμης Ἀφροδιτώ