Ancient Greek
P.Ross.Georg. 4 4
Documentary Papyri, P.Ross.Georg. 4 4
Not analysed yet
…πάραυτα οὖν τοῦ δέξασθαί σε τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων τοὺς τοιούτους ἄνδρας νεωτέρους δυναμένους ἀνθέξεσθαι τῷ ἔργῳ ἀπόστειλον διʼ ἀποκρισιαρίου σου ὅπως ἐξέλθωσιν διὰ στράτας εἰς αὐτὰ Ἱεροσόλυμα παρασκευάζων πληρωθῆναι αὐτοὺς τοὺς μισθοὺς καὶ τὴν ἀποτροφὴν αὐτῶν ἀποστέλλων τὸ χρυσίον τῆς δαπάνης τῶν αὐτῶν μηνῶν δώδεκα διʼ αὐτοῦ τοῦ ἀποκρισιαρίου ὅπως χορηγήσῃ αὐτὸ εἰς τὸ κάτεργον. ἀλλὰ μὴ ἀμελήσῃς τοῦ τούτους ἐκπέμψαι καὶ κινδυνεύσῃς. ἐγράφη μηνὶ Μεχεὶρ κ ἰνδικτίονος η. γνῶσις οὕτως· ἐργάται ὀνόματα β ἐκ νομισμάτων ιϛ 𐅵οὕτως· μισθὸς ἐκ νομισμάτων η, δαπάνη ἐκ νομισμάτων η, ἀποτροφὴ ἐκ νομίσματος 𐅵. τέκτων ὄνομα α νομίσματα κ 𐅵οὕτως· ὁμοίως νομίσματα η, ὁμοίως νομίσματα η, ὁμοίως νομίσματος 𐅵.