Ancient Greek
P.Ross.Georg. 4 6
Documentary Papyri, P.Ross.Georg. 4 6
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ. Κόρρα βεν Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. διηκενῶς χρεοποιούμεθα τέκτονας καὶ καλαφάτας λόγῳ φιλοκαλείας τῶν καράβων καὶ ἀκατίων καὶ δρομοναρίων καὶ ἑτέρων διαφόρων ἐπιταγμάτων τοῦ δημοσίου. οὐδεὶς γὰρ τρόπος ἐστὶ ἄνευ αὐτῶν τελειωθῆναι τὰ τοιαῦτα ἐπιτάγματα, εἴσιν δὲ καὶ ἐπωφελεῖς τοῖς τῆς χώρας. δεχόμενος οὖν τὰ παρόντα γράμματα διάστειλον διὰ τῆς πόλεως καὶ συστατικῶν χωρίων καὶ ἐμφανῶν τῆς διοικήσεώς σου προσώπων παιδία εἰς διδάχην τεχνῶν τούτους ἐκδιδοὺς τεχνίταις ἐμπείροις καὶ δοκίμοις ἐπισταμένοις δεόντως τὴν τέχνην καὶ ἐπισκεπτόμενος καὶ ἀδνουμεύων καθʼ ἕκαστον μῆνα, ἐπιθεωρῶν τε καὶ τὸ ἔργον αὐτῶν πρὸς τὸ μὴ ἀμεληθῆναι ἢ καταφρονηθῆναι, γράφων ἡμῖν τὸ κατʼ ὄνομα καὶ πατρωνυμίαν κατὰ χωρίον τε καὶ κατὰ τέχνην ἑκάστου αὐτῶν, παρασκευάζων τὸ ἥμισυ μέρος αὐτῶν βληθῆναι εἰς τὸ ναυπηγικὸν καὶ καλαφατικὸν ἔργον, γράφων ἡμῖν ὡσαύτως καὶ τοὺς ἐκδοθέντας παῖδας τῆς διοικήσεώς σου κατὰ τὸν περυσινὸν χρόνον τῷ αὐτῷ σκαρίφῳ, ἐπιτρέπων δὲ τοῖς τῆς διοκήσεώς σου φυτεῦσαι πλῆθος δένδρων ἔν τε ἀμπέλῳ καὶ ἀκάνθων καὶ λοιπῶν δένδρων, μὴ ἀμελῶν ἔν τινι τῶν ἐπιτραπέντων σοι ἐν τῇ παρούσῃ ἐπιστολῇ ἀλλὰ διὰ σεαυτοῦ περιερχόμενος καὶ ἐπισκεπτόμενος ὡς εἴρηται χάριν τούτων ἁπάντων καὶ γράφων ἡμῖν τὸ πῶς διεγένου. ἔσῃ γὰρ ἐπιστάμενος ὡς μέλλομεν πέμψαι κελεύσει θεοῦ τὸν ὀφείλοντα ὡς ὀφείλῃ περιελθεῖν καὶ ἐπιθεωρῆσαι περὶ τούτων καὶ ἀπαγγείλῃ ἡμῖν ὁλομερῶς ἐὰν ἐξηκολούθησας τῇ κελεύσει ἡμῶν ἢ καὶ ἄλλως πως διεπράξω. ἐγράφη μηνὶ Τῦβι κη ἰνδικτίονος η Κόρρα υἱὸς Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. …υ …ιν παρχ ει τεκτόνων καὶ καλαφατῶν καὶ …