Ancient Greek
P.Ross.Georg. 4 7
Documentary Papyri, P.Ross.Georg. 4 7
Not analysed yet
περὶ φοινικοδοκίων σχιστῶν καὶ βαΐων. ἐν ὀνόματι τοῦ θεοῦ. Κόρρα υἱὸς Σζερὶχ σύμβουλος Βασιλείῳ διοκητῇ κώμης Ἀφροδιτώ διασταλμὸν εἰδῶν ἐποιήσαμεν λόγῳ στεγάσεως οἰκημάτων τῆς κτιζομένης αὐλῆς ἐξ ἐπιταγῆς τοῦ ἀμιραλμουμνὶν ἐν τῷ Φοσσάτῳ κατὰ τὸν ὅρμον …ὑπὸ Ἄτα υἱὸν Ἀβδερααμὰν καὶ Ἰάειε υἱὸν Ἀνδαλὰ ἐπὶ τῆς παρούσης ἰνδικτίονος ὀγδόης καὶ ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου εἴδη πρὸς τὴν ὑποτεταγμένην γνῶσιν καὶ τὰ τούτων ἐντάγια ποιήσαντες ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων τὰ τοιαῦτα εἴδη εἰσπράττων ἀπόστειλον ἐν αὐτῇ Βαβυλῶνι ὡς εἴρηται λόγῳ τῆς τοιαύτης αὐλῆς. ἐγράφη μηνὶ Θὼθ κγ ἰνδικτίονος ὀγδόης. γνῶσις οὕτως· …φοινικοδοκίων σχιστῶν …βαίων α ει νομίσματος 𐅵. Κόρρα υἱὸς Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Φαῶφι κγ ἰνδικτίονος η. ἠνέχθη διὰ Σζουσειρ περὶ φοινικοδοκίων σχιστῶν καὶ βαίων Αβδελλα …