Ancient Greek
30.r.1 to 30.v.3
Documentary Papyri, P.Ross.Georg. 5 30.r.1-30.v.3
Not analysed yet
…Φλαυίῳ Σαβίνῳ Ἀντιόχῳ Δαμονίκῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἀνδρειοτάτῳ κόμιτι τοῦ θείου κονσιστωρίου καὶ στρατιωτικῶν ταγμάτων τοῦ Θηβαικοῦ λιμέτου. γράμματα τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ ἀνδρειοτάτου κόμιτος περὶ ἀναγκαίου καὶ δημοσίου πράγματος ἀπέσταλται διὰ τοῦδε καὶ τοῦδε στρατιωτῶν τῆς ὑμετέρας ἀγραρίας, ἅτινα δεχομένη ἡ ὑμετέρα σύνεσις σπουδασάτω αὐθωρὸν καὶ παραχρῆμα ἐκπέμψαι ἐπὶ τὴν Ἀντινοέων δοθησόμενα τῷ λαμπροτάτῳ τριβούνῳ Ζωίλῳ τῷ τοποτηροῦντι τῇ αὐτῶν μεγαλοπρεπείᾳ, ὥστε καὶ ἐπὶ τὴν Ἀρκάδων πρὸς τὸν λαμπρότατον ἄρχοντα ἐκείνης τῆς ἐπαρχείας γραφέντα παρὰ τῆς αὐτοῦ λαμπρότητος ἐκπεμφθῆναι· τοῦτο γὰρ προσέταξεν ἡ ἀκαταφρόνητος αὐτῶν ἐξουσία. ἀλλὰ μηδεμία ὑπέρθεσις γένηται· καὶ γὰρ τὸ πρᾶγμα πᾶσαν ὀξύτητα ἀπαιτεῖ· καὶ μήτε τὸ τυχὸν ἐπιδεχόμενον βράδος. γράμματα τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ ἀνδρειοτάτου κόμιτος περὶ ἀναγκαίου καὶ δημοσίου πράγματος ἀπέσταλται διὰ τοῦδε καὶ τοῦδε στρατιωτῶν τῆς ὑμετέρας ἀγραρίας, ἅτινα δεχομένη ἡ ὑμετέρα σύνεσις σπουδάσεται αὐθωρὸν καὶ παραχρῆμα ἐκπέμψαι ἐπὶ τὴν Ἀντινοέων δοθησόμενα τῷ καθωσιωμένῳ καὶ λαμπροτάτῳ τριβούνῳ Ζωίλῳ τῷ τοποτηροῦντι τῇ αὐτῶν μεγαλοπρεπείᾳ, ὥστε καὶ ἐπὶ τὴν Ἀρκάδων πρὸς τὸν λαμπρότατον ἄρχοντα ἐκείνης τῆς ἐπαρχείας γραφέντα παρὰ τῆς αὐτοῦ λαμπρότητος ἐκπέμψαι. τοῦτο γὰρ προσέταξεν ἡ ἀκαταφρόνητος αὐτῶν ἐξουσία. ἀλλὰ μηδεμία ὑπέρθεσις γένηται· καὶ γὰρ τὸ πρᾶγμα πᾶσαν ὀξύτητα ἀπαιτεῖ καὶ μὴ τὸ τυχὸν ἐπιδεχόμενον βράδος. γράμματα τῆς ἐξουσίας τοῦ κυρίου μου περὶ ἀναγκαίου καὶ δημοσίου πράγματος ἀπέσταλται διὰ τοῦδε καὶ τοῦδε στρατιωτῶν τῆς ὑμετέρας ἀγραρίας, ἅτινα δεχομένη ἡ ὑμετέρα σύνεσις σπουδασάτω αὐθωρὸν καὶ παραχρῆμα ἐκπέμψαι ἐπὶ τὴν Ἀντινοέων δοθησόμενα τῷ καθωσιωμένῳ καὶ λαμπροτάτῳ τριβούνῳ τῷδε τῷ τοποτηροῦντι τῇ αὐτῶν μεγαλοπρεπείᾳ, ὥστε καὶ ἐπὶ τὴν Ἀρκάδων πρὸς τὸν λαμπρότατον ἄρχοντα ἐκείνης τῆς ἐπαρχείας γραφέντα παρὰ τῆς αὐτοῦ λαμπρότητος ἐκπεμφθῆναι. τοῦτο γὰρ προσέταξεν ἡ ἀκαταφρόνητος αὐτῶν ἐξουσία. ἀλλὰ μηδεμία ὑπέρθεσις γένηται· καὶ γὰρ τὸ πρᾶγμα πᾶσαν ὀξύτητα ἀπαιτεῖ· καὶ μὴ τὸ τυχὸν ἐπιδεχόμενον βράδος.