Ancient Greek
30.v.4 to 30.v.11
Documentary Papyri, P.Ross.Georg. 5 30.v.4-11
Not analysed yet
γράμματα τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ ἀνδρειοτάτου κόμιτος περὶ ἀναγκαίου καὶ δημοσίου πράγματος ἀπέσταλται τῇ ὑμῶν θαυμασιότητι διὰ τοῦδε καὶ τοῦδε ὑμετέρων στρατιωτῶν, ἅτινα δεχομένη ἡ ὑμετέρα σύνεσις σπουδασάτω αὐθωρὸν καὶ παραχρῆμα ἐκπέμψαι ἐπὶ τὴν Ἀντινοέων δοθησόμενα τῷ καθωσιωμένῳ καὶ λαμπροτάτῳ τριβούνῳ Ζωίλῳ τῷ τοποτηροῦντι τῇ αὐτῶν μεγαλοπρεπείᾳ, ὥστε καὶ ἐπὶ τὴν Ἀρκάδων πρὸς τὸν λαμπρότατον ἄρχοντα ἐκείνης τῆς ἐπαρχείας γραφέντα παρὰ τῆς αὐτοῦ λαμπρότητος ἐκπεμφθῆναι. τοῦτο γὰρ προσέταξεν ἡ ἀκαταφρόνητος αὐτῶν ἐξουσία. ἀλλὰ μηδεμία ὑπέρθεσις γένηται· καὶ γὰρ τὸ πρᾶγμα πᾶσαν ὀξύτητα ἀπαιτεῖ· καὶ μὴ τὸ τυχὸν ἐπιδεχόμενον βράδος. γράμματα τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ ἀνδρειοτάτου κόμιτος περὶ ἀναγκαίου καὶ δημοσίου πράγματος ἀπέσταλται διὰ Πατερμουθίου καὶ Λογγίνου στρατιωτῶν τῆς ὑμετέρας ἀγραρίας, ἅτινα δεχομένη ἢ ὑμετέρα σύνεσις σπουδασάτω αὐθωρὸν καὶ παραχρῆμα ἐκπέμψαι ἐπὶ τὴν Ἀντινοέων δοθησόμενα τῷ θαυμασιωτάτῳ καὶ λαμπροτάτῳ τριβούνῳ τῷδε τῷ τοποτηροῦντι τῇ αὐτῶν μεγαλοπρεπείᾳ, ὥστε καὶ ἐπὶ τὴν Ἀρκάδων τὰ πρὸς τὸν λαμπρότατον ἄρχοντα ἐκείνης τῆς ἐπαρχείας γραφέντα παρὰ τῆς αὐτοῦ λαμπρότητος ἐκπεμφθῆναι. τοῦτο γὰρ προσέταξεν ἡ ἀκαταφρόνητος αὐτῶν ἐξουσία. ἀλλὰ μηδεμία ὑπέρθεσις γένηται· καὶ γὰρ τὸ πρᾶγμα πᾶσαν ὀξύτητα ἀπαιτεῖ· καὶ μὴ τὸ τυχὸν ἐπιδεχόμενον βράδος. Φλαυίῳ Σαβίνῳ Ἀντιόχῳ Δαμονικῷ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἀνδρειοτάτῳ κόμετι τοῦ θείου κονσιστωρίου καὶ τῶν στρατιωτικῶν