Ancient Greek
P.Ross.Georg. 5 31
Documentary Papyri, P.Ross.Georg. 5 31
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Πρόβου καὶ Ἀβιηνοῦ τῶν λαμπροτάτων Φαμενὼθ ιβ ια ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρήλιος Παμοῦν υἱὸς Ἀείωνος γεωργὸς ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως ἀπὸ ἀμφόδου Ἐκκλησίας Καινῶν Αὐρηλίῳ Ἡρακλίδῃ υἱῷ καὶ αὐτῷ γεωργῷ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρά σου διὰ χειρὸς εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσίου νομισματίου ἥμισυ ὡς νομιτεύεται χρυσίου νομίσματος 𐅵ὡς νομιτεύεται κεφαλαίου, πεπληρῶσθαι δέ με καὶ τὴν τιμὴν σίτου εὐαρέστου ἀρταβῶν τριῶν ἥμισυ …χρῆσις Παμοῦν υἱοῦ Ἀείωνος γεωργοῦ …