Ancient Greek
P.Ryl. 2 104
Documentary Papyri, P.Ryl. 2 104
Not analysed yet
παρὰ Ἥρωνος Σαρ… μητρὸς Τασουχαρίου τῆς …ε…ου ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Λινυφείων. τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφοῦ Ἡρακλείδου προσβάντος εἰς τρισκαιδεκαετεῖς τῷ ἐνεστῶτι ζ ἔτει Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν καὶ ὀφείλοντος ἐπικριθῆναι ὑπέταξα τὰ ἀμφοτέρων ἡμῶν δίκαια. οἱ μὲν οὖν γονεῖς ἡμῶν ἀπεγράψαντο ταῖς κατὰ καιρὸν κατʼ οἰκίαν ἀπογραφαῖς μέχρι τῆς τοῦ κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφῆς ἐπὶ τοῦ προκειμένου ἀμφόδου Λινυφείων, συναπογραψάμενοι ἐν μὲν τῇ τοῦ ʼθ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου ἀπογραφῇ ἐμὲ τὸν Ἥρωνα, ἐν δὲ τῇ τοῦ κγ ἔτους καὶ τὸν ἐπικρινόμενόν μου ἀδελφὸν Ἡρακλείδην. διὸ ἐπιδίδομεν. Ἥρων ἐπιδέδωκα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστοῦ, Ἐπεὶφ κϛ.