Ancient Greek
P.Ryl. 2 107
Documentary Papyri, P.Ryl. 2 107
Not analysed yet
Τήλεφος σεσημείωμαι, ἔτους …Δομιτιανοῦ τοῦ κυρίου Φαρμοῦθι ε. Σωκράτηι γεγυμνασιαρχηκότι καὶ Ἀντιπάτρῳ βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοΐτου παρὰ Σαταβοῦτος τοῦ Πακύσιος τοῦ Ἑριέως τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἀπογράφομαι εἰς τὴν ἐνεστῶσαν ἡμέραν ὃ ἐωνησάμην ἐν τῇ αὐτῇ κώμῃ ἥμισυ τέταρτον μέρος ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς τιμῆς ἀργυρίου δραχμῶν διακοσίων παρὰ τῆς μητρός μου Ταβοῦτος τῆς Ὀρσενούφιος τοῦ Σαταβοῦτος ἀπὸ τῆς αὐτῆς κώμης μετὰ κυρίου τοῦ συνγενοῦς Παπεῖτος τοῦ Παπεῖτος. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Σωκράτης διὰ Τηλέφου γραμματέως κατακεχώρικα. ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Φαρμοῦθι ε. Σαταβοῦτος γερδίου.