Ancient Greek
P.Ryl. 2 112 c
Documentary Papyri, P.Ryl. 2 112C
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Ἰσεῖτος Ἀνοῦτος ἀπὸ κώμης Θεαδελφίας. ἀεὶ μὲν τοῖς θεοῖς θύω καὶ εὐσεβῶ διατελοῦσα, καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερείων ἐγευσάμην, καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος Καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζουσαν. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κη.