Ancient Greek
P.Ryl. 2 113
Documentary Papyri, P.Ryl. 2 113
Not analysed yet
…Πετρωνίωι Μαμερτείνωι ἐπάρχωι Αἰγύπτου παρὰ Ἱερακίωνος Δωρίωνος τῶν ἀπὸ Λητοῦς πόλεως μελισσουργοῦ. ἐπὶ τῷ προτέρῳ διαλογισμῶι, ἡγεμὼν κύριε, Σαραπᾶς Ψιαθᾶτος καὶ Ἑρμᾶς Ψοσναῦτος καὶ Νιννᾶς Κόμωνος μὴ ἔχοντες πᾶν πρᾶγμα πρὸς ἐμὲ διεστείλαντό μοι ὥς φασιν ἔχειν περὶ πράγματος πρός με δεομένου τῆς διαγνώσεως Φλαυίου Τιτιανοῦ τότε τοῦ ἡγεμονεύσαντος ὡς συνβῆναι ἐκ τούτου τὸ ὡρισμένον ὑπὲρ τῶν διαστολικῶν ἐν δραχμαῖς φ καὶ πρὸς κατακριθῆναι, καὶ μόλις πάντα τὰ ἐμαυτοῦ πωλήσας ἐδυνήθην πληρῶσαι. τοῦ οὖν πράγματος δεομένου τῆς σῆς μισοπονηρίας ἀξιῶ σε τὸν κύριον καὶ δικαιοκρίτην ἀκοῦσαί μου πρὸς αὐτοὺς …Λητοπολίτου.