Ancient Greek
P.Ryl. 2 119
Documentary Papyri, P.Ryl. 2 119
Not analysed yet
Τιβερίωι Κλαυδίωι Κρονίωι ἐξηγητῆι τῆς πόλεως Ἀλεξανδρέων παρὰ Δημητρίου τοῦ Ἀριστομένου τῶν ἐκ τοῦ ὑπὲρ Μέμφιν Ἑρμοπολείτου. τυγχάνω κεκριμένος ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Γαίου Καικίνα Τούσκου τῶι ιβ ἔτει θεοῦ Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἡνίκα ἦν δικαιοδότης, σὺν τοῖς πατραδέλφοις μου Διονυσίωι καὶ Δημητρίωι πρεσβυτέρωι ἀμφοτέροις Δημητρίου ὑπέρ τε ἡμῶν καὶ τῆς τοῦ Διονυσίου θυγατρὸς Φιλωτέρας πρὸς δανειστὴν ἡμῶν Μουσαῖον Ἑρμοφίλου γυμνασίαρχον περὶ λογοθεσίας ἧς ἔχει ἡμῶν ὑποθήκης ἀρουρῶν ὀγδοήκοντα τριῶν τετάρτου καὶ περὶ ὧν ἀνηνέγκατο ἐκ τούτων πλειόνων ἐκφορίων ὑπὲρ τὸ διπλοῦν τοῦ κεφαλαίου, μετὰ τὰ ἐν κατεγγυήσει γενόμενα ἄλλα ἐκφόρια δραχμὰς Ε· ἐδικαίωσεν ἀποδοῦναι ἡμᾶς τὸ κεφάλαιον καὶ ἀνακομίσασθαι τὴν ὑποθήκην ἀπολυθῆναί τε τὸν Μουσαῖον ὧν ἔφθη λαβεῖν ἐκφορίων. προσελθόντων δὲ ἡμῶν ἀκολούθως τοῖς αὐτοῦ ὑπομνηματισμοῖς τῶι Μουσαίωι δοῦναι ἡμῖν μέρος τῆς ὑποθήκης εἰς πρᾶσιν ὥστε ἀποδοθῆναι αὐτῶι τὸ κεφάλαιον, μηδενὸς πόρου ἡμῖν ὑπάρχοντος πλὴν τῆς ὑποθήκης, οὐκ ἐπένευσεν ἐξόφθαλμος αὐτῆς καθεστὼς διὰ τὸ πλῆθος τῶν κατʼ ἔτος γενημάτων, δεκαρτάβου πυροῦ ὄντος κατʼ ἔτος τοῦ ἐκφορίου, ἀλλὰ καὶ τὰ παρὰ γεωργοῖς ἐν κατεγγυήσει ἀπὸ ἐπιστολῆς αὐτοῦ Τούσκου γενόμενα ἐκφόρια ι ἔτους καὶ ια ἔτους ἀνήρπασεν καὶ μέχρι νῦν καρπίζεται τὴν αὐτὴν ὑποθήκην ἀφʼ ἧς ἀπηνέγκατο εἰς λόγον ἀργυρίου ταλάντων ε ἀντὶ κεφαλαίου δραχμῶν Δω. κατὰ πᾶν οὖν συνηρπασμένοι ὑπὸ τούτου καθʼ οὗ καὶ πλείστας ἐντυχίας καὶ ἐπιδόσεις ἀναφορῶν ἐποιησάμεθα, καὶ ἐν οὐδενὶ ἡγήσατο καθὸ ὑπερισχύων ἡμᾶς ἐπὶ τῶν τόπων, μεταδόντες αὐτῶι καὶ τοῖς αὐτοῦ υἱοῖς Ἑρμοφίλωι καὶ Κάστορι διαστολικὸν ὑπόμνημα κατελθεῖν εἰς τὸν διαλογισμόν, οἱ δὲ υἱοὶ παρηγησάμενοι οὐ παρεγένοντο. ὧν χάριν ἀξιοῦμεν περὶ πάντων τούτων διαλαβεῖν ὅπως τύχωμεν τῶν παρὰ σοῦ δικαίων καὶ ὦμεν εὐεργετημένοι. Ἑρμοπολῖται Δημήτριος Ἀριστομένους καὶ Φιλωτέρα Διονυσίου ὑπὲρ ἧς ἀνὴρ συνεστάθη Εὔδημος Μετόκου πρὸς Μουσαῖον Ἑρμοφίλου δανειστὴν καὶ τοὺς αὐτοῦ υἱοὺς Ἑρμόφιλον καὶ Κάστορα περὶ ἀνακομιδῆς ὑποθήκης ἀρουρῶν πγ δ καὶ καρπῶν αὐτῶν πλειόνων κεφαλαίων ταλάντων ε.