Ancient Greek
P.Ryl. 2 120
Documentary Papyri, P.Ryl. 2 120
Not analysed yet
Ἀρχίᾳ ἱερεῖ ἐξηγητῇ Ἑρμοῦ πόλεως τῆς μεγάλης …παρὰ …μητρὸς …ενθιος Ἑρμοπολίτιδος ἀναγραφομένης ἐπʼ ἀμφόδου …συμπαρόντος μοι Δημητρίου …ιωνος τοῦ καὶ Ἡλιοδώρου μητρὸς Ἑλένης Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου …Ἀπηλιώτου πρὸς τήνδε τὴν αἴτησιν καὶ γράφοντος ὑπὲρ ἐμοῦ γράμματα μὴ εἰδυίης. κατὰ τὰ συνχωρηθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Τιτιανοῦ αἱροῦμαι διὰ σοῦ Ἑρμεῖνον Ἑρμαίου τοῦ Ἀμμωνίου μητρὸς Ἑλένης ἀναγραφόμενον ἐπʼ ἀμφόδου …ἐπιγραφησόμενόν μου κύριον καὶ γράψοντα ὑπὲρ ἐμοῦ γράμματα μὴ εἰδυίης ὑπαλλασσούσης Ἑρμείνῳ Διοσκόρου τοῦ Διδύμου μητρὸς Θερμούθιος ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένῳ ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ἐν τῷ Λευκοπυργείτῃ Ἄνω περὶ Τέρτον …νυβιν τὸ ὕπαρχόν μοι …μέρος κοινῶν καὶ ἀδιαιρέτων κατοικικῶν ἀρουρῶν δέκα ἡμίσους κατοικικοῦ κλήρου, καὶ ὁμοίως ἐν τῇ Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς τέταρτον μέρος οἰκίας καὶ αὐλῆς καὶ συνκυρόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακοσίας ἐπὶ καρπείᾳ καὶ διαμισθώσει ἀντὶ τόκων δραχμιαίων ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, μεθʼ ὃν πενταετῆ χρόνον ἡ ἀπόδοσις τοῦ προκειμένου κεφαλαίου, πρὸς μόνην ταύτην τὴν οἰκονομίαν ἐσομένην κατὰ διαγραφὴν διὰ τῆς τοῦ δεῖνος καὶ μετόχων τραπέζης. διὸ ἀξιῶ ἐπιτρέψαι μοι χρήσασθαι αὐτῷ τῷ Ἑρμείνῳ Ἑρμαίου ἀκολούθως ταύτῃ τῇ ἀξιώσει, τοὺς δὲ ὑπὲρ τῆς αἰτήσεως κελευσθέντας δίδοσθαι εἰς το… …πόλεως ὀβολοὺς ἐννέα ἥμισυ διέγραψα ἐπὶ τὴν ἐν Ἑρμοῦ πόλει δημοσίαν τράπεζαν καὶ τὸ τούτων σύμβολόν σοι ἀνέδωκα, τὴν δὲ αἴτησιν παρὰ σοὶ ποιοῦμαι ἀπόντος …ἀπαντῆσαι πρὸς τὸν κράτιστον ἀρχιδικαστήν. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Παῦνι λ. Δημήτριος χρηματίζων υἱὸς …ιωνος τοῦ καὶ Ἡλιοδώρου συνπάρειμι αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ἑρμεῖνος Ἑρμέου εὐδοκῶ. Ἀρχίας ἔναρχος ἐξηγητὴς Ἑρμοῦ πόλεως …εἰ μηδὲν ἀντιπίπτει δυνήσει χρήσασθαι τῷ Σαραπάμμωνι Ἑρμαίου …πρὸς μόνην ταύτην τὴν οἰκονομίαν. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Παῦνι λ …