Ancient Greek
P.Ryl. 2 126
Documentary Papyri, P.Ryl. 2 126
Not analysed yet
…στρατηγῶι Ἀρσινοείτου …παρὰ Ὀννώφρεως ……τος τῶν ἀπʼ Εὐημερίας τῆς Θεμίστου μερίδος γεωργοῦ τῆς Ἰουλίας Σεβαστῆς οὐσίας τῶν πρότερον Γαίου Ἰουλίου Ἀλεξάνδρου ἐδαφῶν. τῶι ἐνεστῶτι μηνὶ …τοῦ ιε ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Δημᾶς Φαήσιος καταγεινόμενος ἐν τῶι περὶ τὴν κώμην ἐποικίωι λεγομένῳ Δρομέως ἐπαφεὶς τὰ ἑαυτοῦ πρόβατα καὶ βοϊκὰ κτήνη εἰς ἃ γεωργῶ τῆς μητρὸς μου ἐδάφη κατενέμησάν μου πυροῦ σπόρου ἀρούρας β καὶ κριθῆς ἀρούρης 𐅵ἐξ οὗ βλάβος μοι ἐπηκολούθησεν οὐκ ὀλίγον. ὁ δὲ ἐνκαλούμενός ἐστιν μετὰ Ἁρπαήσιος τοῦ Ἡρᾶτος χλωροφαγῶν. διὸ ἀξιῶ ἀχθῆναι τὸν ἐνκαλούμενον ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. Ὀννῶφρις ἐτῶν ν οὐλὴ δακτύλῳ μικρῳ χειρὸς ἀριστερᾶς.