Ancient Greek
P.Ryl. 2 127
Documentary Papyri, P.Ryl. 2 127
Not analysed yet
Σεραπίωνι ἐπιστάτῃ φυλακιτῶν παρὰ Σενθεῦτος τοῦ ανουβίωνος τῶν ἀπὸ Διονυσιάδος καταγεινομένου ἐν τοῖς ἀμμίνοις ἐποικίου Ποπλίου καὶ Γαίου Πετρωνίων. νυκτὶ τῇ φερούσῃ εἰς τὴν ιζ τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ τοῦ ιϛ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ κοιμωμένου μου ἐπὶ τῆς θύρας οὗ καταγείνομαι οἴκου ἐν τῷ ἐποικίωι ἐπιβαλόντες τινὲς λῃστρικῶι τρόπωι ὑπώρυξαν διὰ τοῦ ζυτοπωλίου τὸ ἀπὸ βορρᾶ τεῖχος τοῦ οἴκου καὶ ἔνδον γενόμενοι ἤροσαν τῶν ἐμῶν ὧν τὸ καθʼ ἓν ὑπόκειται, καθυπονοῶ δὲ τοῦτο διαπεπρακέναι Παποντῶν τῶν ἀπὸ Ταλεὶ γενόμενον ζυτοποιὸν καὶ Φηλικίωνα Παπαῖτος. διὰ ἀξιῶ συντάξαι τῷ τῆς Εὐημερείας ἀρχεφόδωι ἀναζητῆσαι ὑπὲρ τοῦ μέρους καὶ τοὺς αἰτίους ἐξαποστεῖλαι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. ἔστιν τὸ καθʼ ἕν· ἃς εἶχον ἐν γλωσσοκόμωι ὑπολήμψεως παρὰ Κλαυδίου Λιβίας Δρούσου Καίσαρος ἀργυρίου δραχμὰς ρκ, ἱματίου καταρτισμὸν κρόκης καὶ στήμονος ἄξιον ἀργυρίου δραχμῶν ιη, ξύλινον πυξίδιν ἐν ᾧ ἀργυρίου δραχμαὶ δ, ποτήρια κασσιτέρινα β, ἄμη, πέλυξ, σκαφεῖον, ζώνη ἐν ᾗ κέρματος δραχμαὶ δ, λήκυθος ἐν ᾗ ἐλαίου χοὸς 𐅵,μάκτρα ὀψοποιητική, σφυρὶς ἐν ᾗ ἄρτοι ν, ζεύγη κε. Σενθεῦς ὡς ἐτῶν λ οὐλὴ καρπῷ ἀριστερῷ.