Ancient Greek
P.Ryl. 2 135
Documentary Papyri, P.Ryl. 2 135
Not analysed yet
Λυσανίᾳ στρατηγῶι Ἀρσινοείτου παρὰ Ἀρτεμιδώρου τοῦ Ἰρηναίου. τῇ νυκτὶ φερούσηι εἰς τὴν κβ τοῦ Φαρμοῦθι τοῦ ἐνεστῶτος κ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπιβαλόντες τινὲς λῃστρικῷ τρόπῳ εἰς ἃς γεωργῶ περὶ Εὐημέριαν τῆς Θεμίστου μερίδος Μάρκου Ἀπωνίου Σατυρνίρου ἀρούρας χόρτου ἦραν διὰ ὄνων χόρτου δέσμας τριάκοντα ἀπὸ ἀρουρῶν δύο . διὸ δίδωμαι τὸ ὑπόμνημα ὅπως ἀναζητήσῃ ὁ τῆς κώμης ἀρχέφοδος καὶ ἀχθῶσι οἱ αἴτιοι ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον. εὐτύχει.