Ancient Greek
P.Ryl. 2 136
Documentary Papyri, P.Ryl. 2 136
Not analysed yet
Γαίωι Ἐρρίωι Πρίσκωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Πάπου τοῦ Πάπου. τῶι Παχὼν μηνὶ τοῦ κ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ λογοποιουμένου μου πρὸς Ἀγχερίμφιν καὶ τὴν τούτου γυναῖκα Θεναπύγχιν θυρουρὸν τῶν ἀπὸ Εὐημερίας τῆς Θεμίστου μερίδος ὑπὲρ ὧν ἤροσάν μου ἐκ τῆς οἰκίας λῃστρικῷ τρόπωι ποτηρίων κασσιτερίνων καὶ κελλίβατος καὶ ἄλλων σκευῶν καὶ ἀργυρίου δραχμῶν ξ ὕβριν μοι συνεστήσατο οὐ τὴν τυχοῦσαν. ἀξιῶ γραφῆναι τῶι τῆς κώμης ἀρχεφόδῳ καταστῆσαι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. ἀρχεφόδῳ· ἔκπεμψον. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ Παχὼν θ. ἀρχεφόδῳ Εὐημερίας.