Ancient Greek
P.Ryl. 2 137
Documentary Papyri, P.Ryl. 2 137
Not analysed yet
Γαίωι Ἐρρίωι Πρείσκωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Σ…αριο τοῦ Πα… δημοσίου γεωργοῦ τῶν ἀπʼ Εὐημερίας τῆς Θεμίστου μερίδος. τῇ α τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ κ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκλέπη μου ὑπό τινων λῃστρικῷ τρόπῳ πυρίνων δραγμάτων γόμοι δύο ἀφʼ ὧν ἔχω ἐν οἷς γεωργῶ περὶ τὴν κώμην δημοσίοις ἐδάφεσι πρὸς τῷ ἐποικίῳ Ληνοῦ λεγομένῳ. διὸ ἀξιῶ γράψαι ἀναζητῆσαι ὑπὲρ τοῦ μέρους. εὐτύχει.