Ancient Greek
P.Ryl. 2 139
Documentary Papyri, P.Ryl. 2 139
Not analysed yet
Γαίωι Ἀρρείωι Πρίσκωι ἐπιστάτηι φυλακιτῶν παρὰ Ὡρίωινος τοῦ Σουχίωινος τῶν ἀπὸ Εὐημερείας τῆς Θεμίστου μερίδος. τῆι κε τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος κ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὴν ἐπίσκεψιν ποιουμένου οὗ εἶχον σεννίου καὶ ψυγμοῦ πρὸς τῆι Ληνῶι λεγομένῃ εὗρον τὸν μὲν ψυγμὸν συνεψημένον καὶ τὸ σέννιον κεκοσκινευμένον καὶ ἠρμένα εἰς λόγον πυροῦ ἀρταβῶν ἕξ . ὑπονοῶ οὖν τὸ τοιοῦτο γεγονέναι ὑπὸ τῶν καταγινομένων ἐν τῆι Ληνῶι λεγομένῃ. διὸ ἀξιῶ γράψαι τῶι τῆς κώμης ἀρχεφόδῳ ὅπως τὴν ἀναζήτησιν ποιήσηται καὶ τοὺς τὸ τοιοῦτο διαπράξαντες ἀχθῆναι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. Ὡρίων Σουχίωνος ἐπιδέδωκα τὸ προκείμενον ὑπομνημα. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ Ἐπὶπ κθ.