Ancient Greek
P.Ryl. 2 140
Documentary Papyri, P.Ryl. 2 140
Not analysed yet
Γαίωι Ἐρρίωι Πρείσκωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Αὐνήους τοῦ Ἀνχορίμφιος τῶν ἀπʼ Εὐημερίας δημοσίου γεωργοῦ γεωργοῦντος δέ μου καὶ οὐσίας Ἀντωνίας Δρούσου. τῇ ιη τοῦ ἐνεστῶτος μηνὸς Νέου Σεβαστοῦ τοῦ κγ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκλέπη μου δέλφαξ πυρρόχρους ἄξιος δραχμῶν η ὑπό τινων λῃστρικῶι τρόπωι ἐπὶ τῆς θύρας μου. διὸ ἀξιῶ γράψαι ἀναζητῆσαι ὑπὲρ τοῦ μέρους. εὐτύχει. Αὐνῆς ἐτῶν λε, οὐλὴ ἀντίχειρι ἀριστερῷ.