Ancient Greek
P.Ryl. 2 149
Documentary Papyri, P.Ryl. 2 149
Not analysed yet
Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἀρχιερεῖ Γαίωι Ἰουλίωι Ἀσκλᾶι ἐξηγητῇ καὶ στρατηγῶι παρὰ Πεθεῦτος πρεσβυτέρου τοῦ Πεναῦτος δημοσίου γεωργοῦ τῶν ἀπὸ Εὐημερείας τῆς Θεμίστου μερίδος. τῶι Σωτῆρι μηνὶ τοῦ ἐνεστῶτος δ ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἐπαφέντες τὰ ἑαυτῶν πρόβατα Ἡρᾶς Ἀπύγχιος καὶ Ὀρσεῦς Ἡρᾶτος καὶ Ὀρσενοῦφις Ὀννώφρις καὶ Ὠφελίων Ἀπολλωνίου τῶν ἀπὸ τῆς κώμης εἰς ἃ γεωργῶ δημόσια ἐδάφη κατενέμησαν ἀφʼ οὗ εἶχον λαχανοσπέρμου σκυβάλου εἰς λόγον ἀρταβῶν ε. ἀξιῶ καταστῆσαι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει.