Ancient Greek
P.Ryl. 2 148
Documentary Papyri, P.Ryl. 2 148
Not analysed yet
Γαίωι Ἰουλίωι Φόλωι ἐπιστάτηι φυλακιτῶν παρὰ Χαιρήμωνος τοῦ Ἀκουσιλάου τοῦ προεστῶτος τῆς Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ οὐσίας καὶ τῆς Τιβερίου Κλαυδίου Γερμανικοῦ οὐσίας τῶν περὶ Εὐημέριαν τῆς Θεμίστου μερίδος. νυκτὶ τῆι φερούσηι εἰς τὴν ιη τοῦ Παχὼν τοῦ ἐνεστῶτος δ ἔτους Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ ἐπιβαλόντες τινὲς λῃστρικῶι τρόπωι χρησάμενοι εἰς ἣν ἔχω θήκην ἀννήσου ἐν τοῖς κατοικικοῖς ἐδάφεσι ἐράβδισαν γόμους κ, ὡς εἰς λόγον ἀννήσου ἀρταβῶν ι, ὥστε μοι οὐκ ὀλίγου βλάβους ἐπηκολουθηκότος. διὸ ἀξιῶ γράψαι τῶι τῆς κώμης ἀρχεφόδωι ὅπως τὴν ὑπὲρ τούτων ἀναζήτησιν ποιήσηται καὶ ἐκπέμψῃ σοι τοὺς αἰτίους. εὐτύχει. Χαιρήμων Ἀκουσιλάου ἐπιδέδωκα τὸ προκίμενον ὑπόμνημα. ἔτους δ Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ Παχὼν ιθ.