Ancient Greek
P.Ryl. 2 151
Documentary Papyri, P.Ryl. 2 151
Not analysed yet
Γαίωι Ἰουλίωι Φόλωι ἐπιστάτηι φυλακιτῶν παρὰ Ἡρακλήου τοῦ Πετερμούθιος τῶν ἀπὸ Εὐημερείας τῆς Θεμίστου μερίδος. Ἡραῒς γυνὴ Ἡρακλᾶτος τοῦ Π… τῶν ἀπὸ τῆς κώμης εἰσελθοῦσα εἰς τὴν ὑπάρχουσαν ἐν τῇ κώμῃ οἰκίαν καὶ συλλαβοῦσα τὴν θυγατέρα μου ἔδωκεν πληγὰς πλείους εἰς πᾶν μέρος καὶ περιέσχισεν χιτῶνα πορφυροῦν καὶ ἀπηνέγκατο ἀφʼ ὧν χειρίζω τοῦ γυμνασιάρχου ἀργυρίου ρ. διὸ γράψον ἀρχεφόδῳ κερ…α δεξα. ἀρχεφόδῳ· ἔκπεμψον. ἔτους ε Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ Σωτῆρος κ Σεβαστῇ. ἀρχεφόδῳ Εὐημερείας.