Ancient Greek
P.Ryl. 2 152
Documentary Papyri, P.Ryl. 2 152
Not analysed yet
Τιβερίωι Κλαυδίῳ Φιλοξένῳ στρατηγῶι καὶ ἐπιστάτῃ φυλακιτῶν παρὰ Παῆτος κηπουροῦ Θερμουθαρίου. ἐπαφέντες οἱ ποιμένες Ὠφελίωνος καὶ οἱ υἱοὶ Παποντῶς καὶ Ὠφελίων τῶν ἀπὸ Εὐημερίας τῆς Θεμίστου μερίδος ἃ ἔχουσι πρόβατα εἰς ἃς ἔχω νομὰς ἐν ἐλαιῶνι Θερμουθαρίου τῆς Λυκαρίωνος κατενέμησαν καὶ κατέφαγαν καὶ τοῖς ὅλοις ἠφάνισαν καὶ βλάβος ἐποίησαν οὐκ ὀλίγον. ἀξιῶ γράψαι τῷ ἀρχεφόδῳ κώμης· ——καὶ ἐκρανοκόπησαν πλεῖστα φυτά. ἀρχεφόδῳ· ἔκπεμψον. ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαρμοῦθι θ. ἀρχεφόδῳ Εὐημερίας.