Ancient Greek
P.Ryl. 2 155
Documentary Papyri, P.Ryl. 2 155
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς …δ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θασῆς Πάτρωνος τοῦ Σαταβοῦτος ἱέρεια ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν ξε οὐλὴ ……μετὰ κυρίου καὶ ἐφʼ ὑπογραφῆς τοῦ αὑτῆς υἱοῦ Ἀπύγχεως τοῦ Στοτοήτιος ὡς ἐτῶν λβ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν τῇ ἑαυτῆς θυγατρὶ Θασῶτι Πε… τοῦ Ὀννόφρεως ὡς ἐτῶν μβ οὐλὴ ποδὶ δεξιῷ μετὰ κυρίου …τος ὡς ἐτῶν β… οὐλὴ ὑπὲρ ὀφρὺν ἀριστεράν, τὴν ὁμολογοῦσαν ε… …προσενηνέχθαι Θασῶτι ἐν προσφορᾷ κατὰ τὰ ἐπὶ φιλανθρώπων προστάγματα …κυριευτικῶς ἀπὸ τοῦ νῦν ἀναφαίρετον τὸ ὑπάρχον αὐτῇ ἐν κώμῃ Σοκνοπαίου Νήσῳ ἥμισυ …μέρος …ς οἰκίας τριστέγου καὶ τῶν συνκυρόντων πάντων καὶ τέταρτον …μέρος πατρικῆς οἰκίας ὁμοίως τριστέγου καὶ τῶν συνκυρόντων πάντων …μέρος παστοφορίων ἐντὸς περιβόλου ἱεροῦ, ὧν γείτονες τῆς μὲν ……οἰκίας νότου δημοσία πλατεῖα βορρᾶ Γαλλίωνος οἰκία ἀπηλιώτου Βελλῆτος Κάστορος …λιβὸς ῥύμη βασιλική, καὶ τῆς πατρικῆς οἰκίας γείτονες νότου Κιμέκις οἰκία βορρᾶ …οἰκία ἀπηλιώτου δημοσία πλατεῖα λιβὸς Κούειτος οἰκία καὶ οἰκόπεδα …καὶ ὥστε ἐὰν αἱρῆται ἡ Θασῶς ἀπογράψεται πάντα τὰ προκείμενα διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης μετενεχθέντος ἀντιγράφου ταύτης τῆς προσφορᾶς καὶ μὴ προσδεομένη ἑτέρου τινὸς αὐτῇ συναπογραφομένου ἀλλὰ ἐντεῦθεν εὐδοκεῖν τὴν μητέρα Θασῆν καὶ μὴ ἐπελεύσεσθαι τῇ Θασῶτι τρόπῳ μηδενὶ διὰ τὸ ἐπὶ τούτοις τὴν προσφορὰν γεγονέναι. Θασῆς Πάτρωνος μετὰ κυρίου καὶ ἐφʼ ὑπογραφῆς τοῦ ἑαυτῆς υἱοῦ Ἀπύγχεως τοῦ Στοτοήτιος ὁμολογῶ προσενηνέχθαι τῇ ἐμαυτῆς θυγατρὶ Θασῶτι ἐν προσφορᾷ ἀπὸ τοῦ νῦν ἀναφαίρετον τὸ ὑπάρχον μοι ἥμισυ ……καὶ μέρος πατρικῆς οἰκίας καὶ μέρος παστοφορίων καὶ ὥστε ἐὰν αἱρῆται ἡ Θασῶς ἀπογράψεται πάντα τὰ προκείμενα διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκειμένου γραφείου ἔγραψα ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου φαμένων μὴ εἰδέναι γράμματα. …ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.