Ancient Greek
P.Ryl. 2 156
Documentary Papyri, P.Ryl. 2 156
Not analysed yet
……αν τοὺς ὑπάρχοντας αὐτοῖς ……ἐπὶ τοῦ πρὸς Ὀξυρύνχων πόλει Σαραπείου ἐν λαύρᾳ Ἱππέων παρεμβολῆς ……νει κοινῶς ἐξ ἴσου ἥμισυ μέρος τῶν μεμετρημένων …υτο νότου Σαραπίωνος καὶ δημοσία ῥύμη βορρᾶ …Διονύσιον καὶ Σαραπίωνα καὶ Ἔρωτα ἐπὶ τὸ αὐτὸ εἰς τὰ ἑαυτῶν …ἐν οἷς καμάρα ὧν μέτρα βορρᾶ ἐπὶ νότον μέχρι ……α ἐπὶ νότον πήχεις εἴκοσι δύο δίμοιρον δωδέκατον λιβὸς ἐπʼ ἀπηλιώτην …τὰ αὐτοῖς ἐπιβάλλοντα μέρη ὡς προσεσήμανται τοὺς λοιποὺς τόπους …τοῦ ἀπὸ νότου μέρους οὗ κεκλήρωνται οἱ περὶ τὸν Ἡρώδιον πύργου ἐνη… …πήχεις δέκα τέσσαρες τρίτον τετρακαιεικοστόν ,τῆς δὲ δευτέρας σφραγῖδος …δίμοιρον ἕκτον δωδέκατον λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα ……τοῦ ἐπὶ βορρᾶ μέρους τῆς δευτέρας σφραγῖδος λιβὸς δὲ ὧν κεκλήρωνται …λιβὸς ἐπʼ ἀπηλιώτην ἀρξάμενοι ἀπὸ τῆς λιβικῆς γωνίας τοῦ πύργου πήχεις πέντε τρίτον …καὶ μὴ ἐπιβληθῇ τῷ Ἔρωτι εἰς τὸ ἑαυτοῦ δέκατον μέρος οἰκίας …καὶ διαιρῶνται οὓς κεκλήρωνται ὡς πρόκειται τόπους ἕξει ὁ Ἔρως …ἀπὸ τοῦ νῦν ἕκαστον τῶν ὁμολογούντων σὺν τοῖς παρʼ αὐτοῖς κρατεῖν …ὧν λελόγχασι ἐπὶ τὸν ἀεὶ χρόνον καὶ χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν …μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι ἀλλήλοις μηδὲ τοῖς παρʼ αὐτῶν …ἀπὸ τοῦ βελτίστου γεγενημένου μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς …ἄκυρον εἶναι ἔτι δὲ καὶ ἐκτίνειν τὸν παραβάντα τι τούτων ἢ ……χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἥσσον τὴν διαίρεσιν κυρίαν μένειν. …σταδημου Σι… Ἰουνίου …μετὰ κυρίου τοῦ αὐτοῦ ……ἀδελφῶν αὐτῆς καθότι πρὸς ἀλλήλους …Σαραπίων καὶ Διονύσιος ἀμφότεροι Σαραπίωνος …ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ βραδύτερον γράφειν …Τα …ευ… Ἥρωνος πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Ἀπολλώνιος …ἐπιγέγραμμαι τῆς μητρὸς κύριος. Διονύσιος Λέοντος ἔγραψα …πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. …ς γέγραφα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. …Ἔρως …πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Λεοντᾶς Λέωνος γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …πεποίημαι σὺν τοῖς ἄλλοις τὴν διαίρεσιν καθότι πρόκειται. Θαμούνιον …ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ……εἰκονισμοί· Σαραπίων ὡς ἐτῶν λθ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὑπὸ γένειον. Διονύσιος ὡς ἐτῶν λ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ. Ἡλιόδωρος ὡς ἐτῶν λε μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ ἐκ δεξιῶν. Λέων ὡς ἐτῶν ιθ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὀφρύι δεξιᾷ. Θαμούνιον ἐτῶν κ μέση μελίχρως μακροπρόσωπος ἄσημος.