Ancient Greek
P.Ryl. 2 160 b
Documentary Papyri, P.Ryl. 2 160B
Not analysed yet
…Τανομμιεὺς Ἑργέως μητρὸς …εῦτος ὁμολογῶ πεπρακέναι Σαταβοῦτι καὶ Τεσενούφι ἀμφοτέραις Ἑργέως μητρὸς Τανεφρύμις τὴν ὑπάρχουσάν μοι οἰκίαν τρίστεγον καὶ τὰ συγκύροντα πάντα ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος, ὧν γείτονες ὅλης τῆς οἰκίας νότου καὶ ἀπηλιώτου ῥύμη βασιλικὴ βορρᾶ Παήσιος Ὥρου οἰκία ἧς ἐπικρατεῖ τὰ τέκνα λιβὸς Θασῆτος τῆς Ὥρου οἰκία, καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται ἔγραψεν ὑπὲρ αὐτῆς …διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Πανοῦρις Ἑργέως μητρὸς Τεσενούφις αὐτῆς ἀνδρὸς εὐδοκῶ τῇ προκειμένῃ πράσει ὡς προγέγραπται. Σαταβοῦς καὶ Τεσενοῦφις ἀμφότεραι Ἑργέως μητρὸς Τανεφρύμις ἠγοράκαμεν καθὼς προγέγραπται. Ἁρπαγάθης Ὥρου …εὐδοκῶ ὡς προγέγραπται. πρᾶσις καὶ ἀποστασίου οἰκίας τριστέγου καὶ τῶν συνκυρόντων πάντων ἐν Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος, ὧν τά τε μέτρα καὶ αἱ γειτνίαι αἳ πρόκινται, ἣν ποιεῖται Τανομμιεὺς ἡ Ἑργέως μητρὸς …ὡς ἐτῶν …οὐλὴ …εὐδοκοῦντος τοῦ ἑαυτῆς ἀνδρὸς Πανούρις Ἑργέως μητρὸς Τεσενούφις ὡς ἐτῶν …οὐλὴ …ωι μέσωι Σαταβοῦτι ὡς ἐτῶν …οὐλὴ …καὶ Τεσενούφι ὡς ἐτῶν κβ οὐλὴ ὑπὸ ἀστραγάλωι ποδὶ δεξιῶι ἀμφοτέραις Ἑργέως μητρὸς Τανεφρύμις εὐδοκοῦντος Ἁρπαγάθου Ὥρου μητρὸς …ς ὡς ἐτῶν μ οὐλὴ μήλωι ἀριστερῶι. ἔτους β Γαίου Καίσαρος Σεβαστοῦ Φαῶφι ι. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου. …