Ancient Greek
P.Ryl. 2 160 c
Documentary Papyri, P.Ryl. 2 160C
Not analysed yet
ἀντίγραφον πράσεως καὶ ἀποστασίου οἰκίας καὶ αὐλῆς. ἔτους ιθ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλαίου πέμπτῃ καὶ εἰκάδι Φαῶφι κε ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλίδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογῶ Θαῆσις ἡ Πανεφρούμις μητρὸς Θασῆτος πεπρακέναι Τανεφρύμμει τῇ Ὀννώφριος μητρὸς Στοτοήτις τὴν ὑπάρχουσάν μοι οἰκίαν μονόστεγον καὶ τὰ συνκύροντα πάντα τὰ ἐπὶ Σοκνοπαίου Νήσου τῆς Ἡρακλίδου μερίδος, ὧν γείτονες ὅλης τῆς οἰκίας νότου Ὀρσενούφιος Ἀκόνις οἰκία ἧς ἐπικρατεῖ Ἐπεκῶν βορρᾶ Ἁρπαγάθου οἰκία λιβὸς ῥύμη βασιλικὴ ἀπηλιώτου Ἁρπαήσιος ἐπί τι μέρος οἰκία καὶ τῶν ἀδελφῶν, καὶ ἀπέχομεν παραχρῆμα τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτῆς Στοτοῆτις Πανεφρύμεις διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Τανεφρύμις ἡ τὴν Ὀννόφρις μητρὸς Στοτοήτις ἠγόρακα τὴν προκειμένην οἰκίαν ἐν τῇ προκιμένῃ κώμῃ παρὰ Θαήσιος ὡς πρόκιται. ἀντίγραφον ὑπογραφῆς. Θαῆσις ἡ Πανεφρύμμιος μητρὸς Θασῆτος ὁμολογῶ πεπρακέναι Τανεφρύμμει τῇ Ὀννώφρις μητρὸς Στοτοήτις τὴν ὑπάρχουσάν μοι οἰκίαν δίστεγον καὶ τὰ συνκύροντα πάντα ἐπὶ Σοκνοπαίου Νήσου τῆς Ἡρακλίδου μερίδος ὧν γείτονες ὅλης τῆς οἰκίας νότου Ὀρσινούφις Ἀκόνις οἰκία ἧς ἐπικρατεῖ Ἐππεκῶν βορρᾶ Ἁρπαγάθου …οἰκία λιβὸς ῥύμη βασιλικὴ ἀπηλιώτου Ἁρπαήσις οἰκία καὶ τῶν ἀδελφῶν καὶ ἀπέχομεν παραχρῆμα τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει καὶ τὰ ἄλλα ποιήσω καθὼς προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτῆς Στοτοῆτις Πανεφρύμμιος διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Τανεφρύμμις ἡ Ὀννόφρις μητρὸς Στοτοήτις ἠγόρακα τὴν προκιμένην οἰκίαν ἐν τῇ προκιμένηι κώμῃ καθὼς πρόκιται . ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλαίου πέμπτῃ καὶ εἰκάδι Φαῶφι βʼε. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου. ἀντίγραφον δανείου. ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλαίου πέμπτῃ καὶ εἰκάδι Φαῶφι κε, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλίδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Τανεφρύμμις Ὀννώφρις ὡς ἐτῶν πεντήκοντα οὐλὴ κνήμῃ καὶ ποδὶ δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Ὀννόφρις Τεσενούφις ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρούι δεξιᾷ, Θαῆσις ἡ Πανεφρύμις ὡς ἐτῶν τριάκοντα οὐλὴ ποδὶ δεξιῶι Περσίνη μετὰ κυρίου τοῦ ἀνδρὸς αὐτῆς Ἁρπαγάθου Τεσενούφις ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὑπὸ γόνατι δεξιῶι ἔχω τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς ἑκατὸν τόκου ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω ἐν μηνὶ Σεβαστῷ τοῦ εἰσιόντος δεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ· ἐὰν δὲ μὴ ἀποδώσω καθὼς μεμέρισται δραχμὰς διακοσίας πεντήκοντα . ὑπογραφεὺς τῆς δανιζούσης Στωτοῆτις Πανεφροίμις ὡς ἐτῶν πεντήκοντα ἑνὸς οὐλὴ μετώπῳ μέσῳ καὶ τῆς δανιζομένης Ἑριεὺς Ἑριέως ὡς ἐτῶν εἴκοσι πέντε ἄσημος. ἀντίγραφον ὑπογραφῆς· Θαῆσις ἡ Πανεφρύμμιος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἁρπαγάθου Τεσενούφις ὁμολογῶ ἔχειν τὸ δάνειον παρὰ Τανεφρύμμιος τῆς Ὀννόφρις μετὰ κυρίου υἱοῦ Ὀννόφρις Τεσηνούφις τὰς τοῦ ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτῆς Στοτοῆτις Πανεφρύμμιος διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Φαῶφι κε, ἐντέτακται διὰ τοῦ ἐν Σοκνοπαίου Νήσῳ γραφείου.