Ancient Greek
P.Ryl. 2 160 d
Documentary Papyri, P.Ryl. 2 160D
Not analysed yet
…Στοτοῆτις Πανεφρύμις μητρὸς Τανεφρύμις ὁμολογῶ πεπρακέναι Ἀπύνχι Πανεφρύμις μητρὸς Τανεφρύμις τὰ ὑπάρχοντά μοι μέρη δύο ἀπὸ μερῶν ἑπτὰ οἰκίας διστέγου καὶ αὐλῆς, καὶ μέρη δύο ἀπὸ μερῶν τεσσάρων οἰκίας συνπεπτωκυίας, τῶν πάντων κοινῶν ἀδιαιρέτων, καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλίδου μερίδος …ωβος καὶ δωδέκατον μέρος μύλου …παισ…αι… γείτονες ὅλης τῆς πρώτης οἰκίας νότου …ψιλὸς τόπος τ…βορρᾶ ῥύμη βασιλικὴ λιβὸς εἴσοδος αὐτῆς καὶ ἔξοδος κοινὴ ἀπηλιώτου Σεταβοῦτος οἰκία, τῆς δὲ δευτέρας οἰκίας νότου Ἀπύνχιος οἰκία βορρᾶ Ἀπύνχις καὶ τῶν ἀδελφῶν οἰκία λιβὸς Στωθήτιος Ὥρου οἰκία ἀπηλιώτου ῥύμη βασιλική, καὶ βεβαιώσειν πάσῃ βεβαιώσειν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἑριεὺς Ἑριέως διὰ τὸ μὴ εἰδεναι αὐτὸν γράμματα. ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου κϛ, ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου. …ἔτους δευτέρου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἐπεὶφ ἑκκαιδεκάτῃ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείτου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Ἀπῦνχις Πανεφρύμμις ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ πήχει ἐκ δεξιᾶς Στοτοήτι Πανεφρύμμις Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετώπῳ μεσῳ, ἔχειν τὸ δάνειον παρʼ αὐτοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς τριάκοντα τέσσαρας καὶ εἴληφεν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐκ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσει ὁ δεδανεισμένος τῷ Ἀπύνχι ἐν μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος τρίτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· ἐὰν μὴ δὲ ἀποδώσῃ τό τε δάνειον καὶ τοὺς τόκους καθὰ γέγραπται, ἔκ τε τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων τῆς πράξεως οὔσης τῷ Ἀπύγχι καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τοῦ δεδανεισμένου Ἑριεὺς Ἑριέως ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὀφρύι ἀριστερᾷ, ὑπογραφεὺς Ἀπύγχις ὁ προκείμενος. Στωθήτης Πανεφρύμις Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν τὸ δάνειον παρὰ Ἀπύγχις Πανεφρύμις τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος διὰ χειρὸς ἐξ οἴκου δραχμὰς τριάκοντα τέσσαρας τόκων ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ ἕκαστον ἃς καὶ ἀποδώσω ἐν μηνὶ Ἐπὶφ τοῦ εἰσιόντος τρίτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἑριεὺς Ἑριέως διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. …ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου κϛ, ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.