Ancient Greek
161.26 to 161.32
Documentary Papyri, P.Ryl. 2 161.26-32
Not analysed yet
καὶ ἀδιαίρετον καὶ τὰ συνκύροντα πάντα ἐντὸς περιβόλου ἱεροῦ θεοῦ Σοκνοπαίου ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τοῦ αὐτοῦ ἱεροῦ, ὧν γείτονες νότου εἴσοδος καὶ ἔξοδος κοινὴ βορρᾶ Στοτοήτιος τοῦ Σαταβοῦτος παστοφόριον καὶ τέκνων Τεσείους τοῦ Ἁρυώτου τόπος λιβὸς τοῦ ἱεροῦ τόποι ἀπηλιώτου τὸν περίβολον τοῦ αὐτοῦ ἱεροῦ, καὶ ἀπέχω τὴν τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς …ήκοντα ὀκτὼ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκιται. Σαταβοῦς Ἑριέως ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Στοτοῆτις Σαταβοῦτος ἠγόρακα καθὰ πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῆς Ὀννῶφρις Ὀννώφριος διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. ἐντέτακται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.