Ancient Greek
P.Ryl. 2 162
Documentary Papyri, P.Ryl. 2 162
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι δ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θασῆς Πανεφρύμεως τοῦ Ἑριέως μητρὸς Τανεφρύμεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν κ οὐλὴ παρʼ ἀντικνήμιον δεξιὸν μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Ἁρπαγάθου Ἑριέως τοῦ Ἁρπαγάθου ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίωι δεξιῶι Τααρπαγάθῃ Ἁρπαγάθου τοῦ Ἁρπαγάθου ὡς ἐτῶν λε ἀσήμῳ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Στοτοήτεως Στοτοήτεως ὡς ἐτῶν μ οὐλὴ παρʼ ἀντικνήμιον δεξιὸν πεπρακέναι αὐτῇ τὴν ὁμολογοῦσαν κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ὥστε αὐτῇ καὶ ἐνγόνοις αὐτῆς καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις εἰς μετεπιγραφὴν τὸ ὑπάρχον αὐτῇ ἐν κώμῃ Σοκνοπαίου Νήσῳ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἀπὸ τῶν συνεστώτων αὐτῆς μητρικῶν, ἧς γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου Τ… Στοτοήτεως οἰκία βορρᾶ κοπρία λιβὸς ῥύμη βασιλικὴ ἀπηλιώτου ἑτέρων οἰκόπεδα, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν τὰ κατὰ τὴν πρᾶσιν ταύτην διὰ παντὸς πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν πάντων ἀπὸ τῶν ἔμπροσθεν χρόνων, κυριεύειν δὲ τὴν Τααρπαγάθην καὶ τοὺς παρʼ αὐτῆς τοῦ πεπραμένου αὐτῇ ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς ὡς πρόκιται εἰσοδεύουσαν καὶ ἐξοδεύουσαν ἐπὶ ταῖς οὔσαις εἰσόδοις καὶ ἐξόδοις καὶ φωσφορίοις καὶ τείχεσι καὶ θεμελίοις καὶ ἐφʼ οἷς ἐκρατήθη καὶ ἐκυριεύθη σὺν τοῖς νῦν δικαίοις πᾶσι καὶ πωλοῦσαν καὶ ὑποτιθοῦσαν καὶ μεταδιδοῦσαν καὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀποφερομένην εἰς τὸ ἴδιον. ὅτι τʼ ἂν τῶν προγεγραμμένων παραβαίνῃ ἡ ὁμολογοῦσα ἢ οἱ παρʼ αὐτῆς προσαποτισάτωσαν ἣν ἔσχον τιμὴν διπλῆν καὶ τὰ ἀναλώματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριάκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. Θασῆς Πανεφρίμις μετὰ κυρίου τοῦ ἑαυτῆς συγγενοῦς Ἁρπαγάθου ὁμολογῶ πεπρακέναι τῇ Τααρπαγάθῃ Ἁρπαγάθου τὸ προκείμενον ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ὧν οἱ γείτονες πρόκεινται καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ βεβαιώσω καθὼς πρόκειται. ἐντέτακται διὰ τοῦ ἐν Σοκνοπαίου Νήσῳ γραφείου.