Ancient Greek
P.Ryl. 2 163
Documentary Papyri, P.Ryl. 2 163
Not analysed yet
Ἑρμαῖος Διογένους …ρ… Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς …μετὰ κυρίου τοῦ αὑτῆς πατρὸς Δίου Ἀντιμάχου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι πρότερον Ἑρμοφίλου Θερμούθιος ἐν τῷ …ἐκ τοῦ …ος κλήρου γῆς κατοικικῆς ἀναιτήτου ἄρουραν μίαν ἥμισυ ὄγδοον ,ἧς γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου Ἑρμίου Ἑρμοφίλου βορρᾶ Ἰσίωνος ἀδελφοῦ Ἑρμοφίλου ἀπηλιώτου …ἀδελφοῦ τοῦ αὐτοῦ Ἑρμοφίλου λιβὸς κληρονόμων Ἀκυλλίου Πωλίωνος, τιμῆς τῆς πρὸς ἀλλήλους συνπεφωνημένης ἀργυρίου δραχμῶν τετρακοσίων ὀγδοήκοντα ἃς καὶ αὐτόθι ἀπέσχον παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, εἶναι δὲ περὶ σὲ καὶ τοὺς παρὰ σοῦ τὴν ταύτης κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον τῆς βεβαιώσεως διὰ παντός μοι ἐξακολουθούσης, πλὴν εἰ μή, τὸν ἐπελευσόμενον τῷ ἐμῷ ὀνόματι ἢ ἑτέρου τινὸς ὀνόματι ἀφιστάνειν με αὐτὸν παραχρῆμα ἰδίοις μου ἀναλώμασι, τῶν τε δημοσίων καὶ ἐπιμερισμῶν τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος γ ἔτους καὶ αὐτοῦ τοῦ γ ἔτους ὄντων πρὸς σὲ τὴν ὠνουμένην, καὶ ὁπηνίκα ἐὰν αἱρῇ ἀνοίσω δημοσίῳ χρηματισμῷ διὰ τῶν ἐν Ἑρμοῦ πόλει ἀρχείων καὶ ἐποίσω τὸ τῆς ἐνκτήσεως ἐπίσταλμα προσλαμβάνοντός μου ὑπὲρ τελῶν τῆς ἀπὸ τοῦ Ἑρμοφίλου εἰς ἐμὲ καταγραφῆς δραχμὰς τεσσαράκοντα . ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακεχωρισμένη, ἣν καὶ ἐξεδόμην σοι δισσὴν καθαρὰν ἀπὸ ἀλείφαδος καὶ ἐπιγραφῆς. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι ε. Ὡρίων Ἡρακλήου ἔγραψα τὸ σῶμα Ἑρμαῖος Διογένους πέπρακα καὶ ἀπέχω καθὼς πρόκιται τὴν τιμὴν καὶ ἀνοίσω προσλαμβάνων τὰς τοῦ ἀργυρίου δραχμὰς τεσσεράκοντα .