Ancient Greek
P.Ryl. 2 177
Documentary Papyri, P.Ryl. 2 177
Not analysed yet
χρῆσις δραχμῶν Αϡκ. Αὐρήλιος Μέλας …μητρὸς Τεεῦτος ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ μέσῳ ἀριστερᾶς χειρὸς καὶ Σίλβανος Χαῶτος μητρὸς Τανεχώτιδος ὡς ἐτῶν …οὐλὴ δακτύλῳ …ἀριστερᾶς χειρὸς ἀμφότεροι ἀπὸ κώμης Μαγδώλων Μιρῆ τοῦ Περὶ Πόλιν Κάτω Αὐρηλίῳ Σόιτι Χαῦτος μητρὸς …Ἑρμοπολίτῃ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον …ἀργυρίου δραχμὰς χιλίας ἐνακοσίας εἴκοσι, γίνονται ἀργυρίου δραχμαὶ Αϡκ, ἃς καὶ ἀποδώσομέν σοι ἐξ ἀλληλεγγύης …τοῦ ἐνεστῶτος δ ἔτους Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων Σεβαστῶν ἀνυπερθέτως, ὧν πρὸς ἀσφάλειαν καὶ ἔκτεισιν ἐντεῦθεν ὑπαλλάσσομέν σοι κατὰ τόδε τὸ γράμμα τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἐν τῇ αὐτῇ κώμῃ ἥμισυ μέρος οἰκίας καινῆς καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων τὸ πρότερον Πεκύσιος τῆς αὐτῆς κώμης, γείτονες τῶν ὅλων νότου οἰκία Τερῆτος Μεγχήους βορρᾶ …ἀπηλιώτου ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος λιβὸς ἔπαυλις Φοιβάμμωνος Τρύφωνος· τὸ δὲ ὑπηλλαγμένον ἥμισυ μέρος οἰκίας φυλάξομεν ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἄχρι οὗ ἀποδῶμεν ἢ πραχθῶμεν ὡς πρόκειται, γεινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐξ οὗ ἐὰν αἱρῇ ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καὶ ἐξ αὐτοῦ τοῦ ὑπαλλάγματος καθάπερ ἐκ δίκης, καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ πάντων ἁπλῶς, κυρίων μενόντων ὧν σοι ὀφείλει ὁ ἕτερος ἡμῶν Αὐρήλιος Μέλας· περὶ δὲ τοῦ ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου τοῦ γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Θὼθ δ. Αὐρήλιος Κοπρέας ὁ καὶ Εὐδέμων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. …