Ancient Greek
P.Ryl. 2 179
Documentary Papyri, P.Ryl. 2 179
Not analysed yet
ἐντέτακται διὰ τοῦ ἐν Νείλου πόλει γραφείου. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ δωδεκάτῃ ἐν Νείλου Πόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πακῦσις Στοτοήτεως τοῦ Πανεφρέμεως …ἱερεὺς πρώτης φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν …οὐλὴ βραχίονι ἀριστερῶι τῶι ὁμοπατρίωι καὶ ὁμομητρίωι αὐτοῦ ἀδελφῶι Πανεφρέμι ὡς ἐτῶν πεντήκοντα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς …καὶ τῶι τῆς …ἀδελφῆς Τανεφρέμεως ἀνδρὶ Στοτοήτι …ἱερεῖ τῆς αὐτῆς φυλῆς τοῦ αὐτοῦ θεοῦ ὡς ἐτῶν πεντήκοντα ὀκτὼ οὐλὴ …τὸν ὁμολογοῦντα Πακῦσιν μὴ ἐνκαλεῖν μήτε ἐνκαλέσειν μήτε διαμφισβητήσειν μήτε ἐπελεύσεσθαι τρόπωι μηδενὶ ἐπὶ τὸν ἀδελφὸν Πανεφρέμιν περὶ ἧς κατέλειψεν ἡ προγεγραμμένη αὐτῶν ἀδελφὴ Τανεφρέμις …κληρονομίας κατὰ μεριτείαν ἧς χρόνος πέμπτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Φαμενὼθ τρισκαιδεκάτῃ διὰ γραφείου …μερίδος περὶ πάντων τῶν ἐνγεγραμμένων διὰ τ… μήτε τῇ τοῦ Πανεφρέμεως θυγατρὶ Θασῆτι περὶ ἧς ……μ…υ… παρὰ τῆς Τανεφρέμεως ……ρος μήτε αὐτὸς Πακῦσις μήτε οἱ παρʼ αὐτοῦ π… περὶ μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μήτε ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπωι μηδενὶ μηδὲ περὶ ὧν …διατετάχθαι τῇ προγεγραμμένῃ Τανεφρέμι ὑπὸ τοῦ Πανεφρέμεως …μηδὲ τῶι Στοτοήτι περὶ ὧν παρακεχώρηκεν ἀρουρῶν …μενούσης κυρίας ἧς ἐγράψατο ὁ Πανεφρέμις τῶι Πακύσι ὁμολογίας ὑπὲρ ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι τετελειωμένην τῇ αὐτῇ ἡμέρᾳ διὰ τοῦ αὐτοῦ γραφείου. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Νόννος Ἡρακλᾶ ὡς ἐτῶν νη οὐλὴ …τοῦ δὲ Πανεφρέμεως Παπεῖς Παπεῖτος ὡς ἐτῶν με οὐλὴ μετώπῳ μέσωι. Πακῦσις Στοτοήτεως τοῦ Πανεφρέμεως ἱερεὺςαφυλῆς ὁμολογῶ μηδὲ ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ διαμφισβητήσειν μηδʼ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ ἐπὶ τὸν προκίμενόν μου ἀδελφὸν Πανεφρέμμιν μηδὲ ἐπὶ τὸν τῆς ἀδελφῆς ἄνδρα Στοτοῆτιν περὶ ἧς κατέλειψε ἡ ἀδελφή μου Τανεφρέμμις κληρονομίας ὡς πρόκιται μήτε περὶ τῶν ἐνγεγραμμένων πάντων μέχρι τῆς ἐνεστώσης ἡμέρας, μενούσης κυρίας ἧς ἐγράψατό μοι ὁ Πανεφρέμμις …ὁμολογίας ὑπὲρ ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι . Νόννος Ἡρακλᾶ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Πανεφρέμμις Στοτοήτεως ὁ προκίμενος εὐδοκῶ τῇ ὁμολογίᾳ καθὼς πρόκιται. Παπεῖς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. …ος Καίσαρος …Αὐτοκράτορος Ἁδριανοῦ ὁμολογία Πακύσεως πρὸς κληρονόμους ἀδελφῆς Πανεφρέμμιν καὶ Στοτοῆτιν.