Ancient Greek
P.Ryl. 2 180
Documentary Papyri, P.Ryl. 2 180
Not analysed yet
Νωρβανὸς Ὀρέστης Ἑρμίᾳ Σαβουρίωνος χαίρειν. ὁμολογῶ μὴ ἐγκαλεῖν σοι μηδʼ ἐγκαλέσειν σοι περὶ μηδενὸς πράγματος ἁπλῶς περὶ ἐγγράπτου ἀγράφου ὑπὲρ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, μηδὲ σὲ ἐμοί. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ νεομηνίᾳ.