Ancient Greek
P.Ryl. 2 183
Documentary Papyri, P.Ryl. 2 183
Not analysed yet
Ἀνχορίνφις Ἡρακλείδου προστάτης ἰδίων ὄνων Ἀπολλωνίου τοῦ Ἀλεξάνδρου ἐπισπουδαστοῦ Ἀφροδισίῳ καὶ Πετερμουθίωνι τοῖς δυσὶ Ἀσκληπιάδου χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπεσταλμένας μοι δοθῆναι διὰ χρηματισμοῦ Εὐημέρου καὶ Φιλοξένου γενήματος πρώτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χόρτου διμνώου δέσμας χιλίας ἐν Εὐημερίᾳ ἐν μηνὶ Μεσορὴ τοῦ β ἔτους, γίνονται χόρτου δέσμαι Α. ἔτους β Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ ιγ. ἔγραψεν ὑπὲρ αὐτοῦ Μάρων γραμματεὺς κτηνοτρόφων Εὐημερίας διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.