Ancient Greek
P.Ryl. 2 183 a
Documentary Papyri, P.Ryl. 2 183A
Not analysed yet
Πτολεμαῖος Λεωνίδου προστάτης ὀνηλασίου ὄνων Ἀπολλωνίου τοῦ Ἀλεξάνδρου Ἀφροδισίωι καὶ Πετερμουθίωνι ἀμφοτέροις Ἀσκληπιάδου χαίρειν. ἀπέχω παρʼ ὑμῶν ἀπὸ λόγου ἀγορασμοῦ χόρτου γενήματος β ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χόρτου διμνώου δέσμας χιλίας, γίνονται χόρτου δέσμαι Α. ἔγραψεν ὑπὲρ αὐτοῦ Μάρων γραμματεὺς αὐτοῦ διὰ τὸ βραδύτερον αὐτὸν γράφειν. ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Σεβαστοῦ ε. Πτολεμαῖος ἀπέχω.