Ancient Greek
P.Ryl. 2 184
Documentary Papyri, P.Ryl. 2 184
Not analysed yet
Σερηνίλλα διὰ Ἡρακλείδου Μαρίωνι γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐκφόριον πυροῦ ἀρτάβας δεκάπεντε ὧν γεωργεῖς μου ἀρουρῶν περὶ κώμην Θεαδέλφιαν ὑπὲρ τοῦ ἐνεστῶτος κβ ἔτους, κυρίας οὔσης τῆσδε μισθώσεως. ἔτους κβ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παῦνι λ.