Ancient Greek
P.Ryl. 2 230
Documentary Papyri, P.Ryl. 2 230
Not analysed yet
Ἀμμώνιος Ἀφροδισίωι τῶι φιλτάτωι χαίρειν. ἐκομισάμην ἐπιστολὴν περὶ τοῦ πέμψαι με ἐπὶ τοὺς ἄρτους τῇ ε. πέμψω οὖν τοὺς ὄνους τῆι η πρὸς σὲ πάντως. παρακληθεὶς οὖν ἐκ παντὸς τρόπου ποίησον γενέσθαι μοι τὸ σμῆμα ἀπὸ τοῦ ὀρόβου, μὴ οὖν ἄλλως ποιήσῃς ἵνα μὴ δόξωμέν σε εὐθέως ἠλλάχθαι τὰ πρὸς ἡμᾶς. ἀσπάζου Θέρμιον τὴν ἀδελφὴν καὶ τὰ παιδία σου. ἔρρωσο. ἔτους ε μηνὸς Νέου Σεβαστοῦ ϛ Σεβαστῆι. Ἀφροδισίωι τῷ φιλτάτῳ.