Ancient Greek
P.Ryl. 2 231
Documentary Papyri, P.Ryl. 2 231
Not analysed yet
Ἀμμώνιος Ἀφροδισίωι τῷ φιλτάτῳ χαίρειν. τοὺς ἄρτους καλῶς ποιήσεις εἰπὼν γενέσθαι καὶ τὴν ἐλαίαν μοι ταριχεύσας πέμψας μοι φάσιν ἵνα πέμψω ἐπὶ αὐτούς. τὸν πυρὸν τὸν ἐν τῷ θησαυρῶι μεταβαλοῦ διὰ τὴν βροχὴν τὸν πάντα. ἔρρωσο. ἀσπάζου Θέρμιον καὶ τὰ παιδία σου. ἔτους ε μηνὸς Σωτῆρος κα. κατὰ σπουδὴν δέ σοι ἔγραψα. Φοιβάμμωνος