Ancient Greek
P.Ryl. 2 232
Documentary Papyri, P.Ryl. 2 232
Not analysed yet
Ταπ… Ἀμμονάφρι τῷ φιλτάτῳ χαίρειν. ἅμα τῷ παραγενέσθαι τὸν στρατηγὸν εἰς τὴν Ἡράκλειαν ἠρώτα περὶ σοῦ ἕνεκα τῆς γραμματείας τῶν γεωργῶν καὶ οἱ δημόσιοι προσεφώνησαν αὐτῷ ὅτι μένεις ἐν τῇ κώμῃ, διὸ οὖν γράφω σοι ἵνα εἰδῇς. Ἀμμονᾶφρις.