Ancient Greek
P.Ryl. 2 235
Documentary Papyri, P.Ryl. 2 235
Not analysed yet
…εὑρὼν Ἀμμωνοῦν πρὸς σὲ ἐρχομένην ἀναγκαῖον ἡγησάμην ἀσπάσασθαί σε καὶ πάντας τοὺς φιλοῦντάς σε. ἐθαύμασα δὲ πῶς διὰ Λυπέρκου οὐκ ἐδήλωσάς μοι περὶ τῆς εὐρωστίας σου καὶ πῶς διάγεις ἵνα καὶ ἡμεῖς περὶ σοῦ ἀμερίμνως διάγωμεν, ἀλλὰ οὐ πρώτως σου τὸ εἰκαῖον μανθάνομεν. διὸ μέμνησο καὶ ἡμῶν καὶ ἂν πάνυ τινὰ ἄλλα πράττῃς. ἄσπασαι τὸν Φίλωνα. ἐρρῶσθαί σε εὔχομαι. …τῷ καὶ Φίλωνι.