Ancient Greek
P.Ryl. 2 236
Documentary Papyri, P.Ryl. 2 236
Not analysed yet
Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. ἄλλην μίαν τετραονίαν ἀπόστειλον εἰς τὴν πόλιν ἀντὶ τοῦ Ἄκη εἰς ὑπηρεσίαν τῶν ὑπαγόντων βαδιστῶν καὶ ἵππων εἰς γράστιν· ἐχέτω δὲ τὰ παλαιότερα μανδάκια. ἀνερχόμενα δὲ ξύλα ἀνακομισάτω εἰς τὴν οἰκίαν τοῦ εὐσχήμονος παραδοθησόμενα Ζωσίμῳ ἐπικτηνίτῃ. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. γ ἔτους Τῦβι ιε. ποίησον δὲ ἐξαυτῆς ὤμους δύο ἐλαιουργικοὺς κοπῆναι ἵνα χωρήσωσιν εἰς τὸ ἐλαιουργῖον Ἀμμωνίου ἐλαιουργοῦ ἐν τῇ Ναρμούθι.