Ancient Greek
P.Ryl. 2 239
Documentary Papyri, P.Ryl. 2 239
Not analysed yet
Ὡρίων Εὐπόρῳ χαίρειν. ἔλεγέ μοι Κάστωρ ὅτι …αρελ…θενου τὸ ἔμβλημα τοῦ κήπου, ἐὰν δὲ ε… ρῆναι εἰς Σεντρεπαεὶ εὕρῃ τω…λα …πάντα ὑπερθέμενος παράλαβέ τε Κάστορα καὶ ποίησον ἐκ πανταχόθεν ἐν ταύτῃ γενέσθαι εἰς τὸ μὴ ἀμεληθῆναι τὸν ποτισμὸν τοῦ κήπου τῆς Σεντρεπαεί, καὶ ἐπίμεινον τοῖς ἐκεῖ. δέξαι παρὰ τῆς μητρός μου ἐπὶ λόγου δραχμὰς κ, καὶ ἂν πάλιν χρῄζῃς, δηλώσεις μοι, παρʼ ἕκαστα γὰρ τὰ κτήνη ἀνέρχεται. ἐὰν δέ τις ἀμέλεια γένηται, οὐκ ἐμὲ οὖν μέμψει ἀλλὰ σεαυτόν. πέμψον δὲ πάντως αὐτῶν τὸ σύμβολον τ…αδασεω… πολλάκις Σερῆνος …ητων ἐνέδρευσεν ἡμᾶς. ὑπαγέτω Κάστωρ εἰς Φιλαγρίδα ἐπιτηδὲς πρὸς αὐτὸν καὶ ἀπαιτησάτω πυροῦ ἀρτάβας η 𐅵. ἔρρωσο. Τῦβι ε. πανταχόθεν ἴδε αὐτῷ μικρὸν ὀναρίδιον.